Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλυκτὸν[*](ἀλυκτὸν Hermann: ἄφυκτον codd.) δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος:[*](τέλος Headlam: κέαρ codd.)
  2. κελαινόχρως[*](κελαινόχρως Pauw: μελανόχρως codd.) δὲ πάλλεταί μου καρδία.
  3. πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον:[*](ita Victorius: πατροσκοπαιδὲ μεῖλον M) οἴχομαι φόβῳ.
  4. θέλοιμι δ᾽ ἂν μορσίμου
  5. βρόχου τυχεῖν ἐν ἀρτάναις,[*](ἀρτάναις P: σαργάναις M G E)
  6. πρὶν ἄνδρ᾽ ἀπευκτὸν
  7. τῷδε χριμφθῆναι χροΐ:[*](τῷδε χριμφθῆναι P, χροΐ E: τῶδ᾽ ἐχριμφθῆν χροῖν M)
  8. πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι.
Χορος
  1. πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,
  2. πρὸς ὃν νεφῶν[*](νεφῶν Enger: νέφη δ᾽ codd.) ὑδρηλὰ γίγνεται[*](γείνεται M) χιών,
  3. ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
  4. δεικτος οἰόφρων κρεμὰς
  5. γυπιὰς πέτρα, βαθὺ
  6. πτῶμα μαρτυροῦσά μοι,
  7. πρὶν δαΐκτορος βίᾳ
  8. καρδίας γάμου κυρῆσαι;