Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.
  1. περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει
  2. μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
  3. οὐδὲν ἐπαΐοντες.
Δαναος
  1. ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκους[*](κρείσσονας λύκους Hermann: τοὺς λύκους κρείσσων (ους supra ων scr.) M: τοὺς λύκους κρείσσονας G) κυνῶν
  2. εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
<Χοροσ>
  1. ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων[*](personarum notae in M confusius scriptae)
  2. ἔχοντας[*](ἔχοντας Turnebus: ἔχοντες codd.) ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.[*](κράτος] fortasse τάχος Tucker)
Δαναος
  1. οὔτοι ταχεῖα[*](ταχεῖα G: ταχεῖαι M) ναυτικοῦ στρατοῦ στολή,[*](στολή Turnebus: στολῇ M G)
  2. οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτων[*](πεισμάτων Victorius: πισμάτων codd.) σωτηρίαν[*](σωτηρίαν (postea mutatum) G: σωτηρίους M G E)
  3. ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν[*](οὐδ᾽ ἐν Robortello: οὐδὲν M G) ἀγκυρουχίαις
  4. θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
  5. ἄλλως τε[*](ἄλλως τε Victorius: ἀλλ᾽ ὥστε M G) καὶ μολόντες ἀλίμενον χθόνα
  6. ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ[*](φιλεῖ δ᾽ Hermann)
  7. ὠδῖνα τίκτειν[*](τίκτειν Turnebus: τίκτει codd.) νὺξ κυβερνήτῃ σοφῷ.
  8. οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
  9. καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
  10. φρόνει[*](φρόνει Robortello φρονεῖ M) μὲν ὡς ταρβοῦσα μἀμελεῖν[*](μὴ ἀμελεῖν codd.) θεῶν:
  11. πράξω δ᾽[*](πράξω δ᾽ H. Voss: πράξας M G) ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεται[*](lacunam ante 774 suspicatur Hartung, servata codicum lectione)
  12. πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ[*](εὐγλώσσῳ Robortello: εὐγλωσσως (sed signo omissionis supra ultimum ς scr.) M) φρενί.