Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰὼ γᾶ βοῦνι, πάνδικον[*](βοῦνι Dindorf, πάνδικον Paley: βουνῖτι ἔνδικον codd.) σέβας,
  2. τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
  3. χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
  4. μέλας γενοίμαν καπνὸς
  5. νέφεσσι[*](νέφεσσι Arnaldus: νέφεσι codd.) γειτονῶν Διός:
  6. τὸ πᾶν δ᾽ ἄφαντος
  7. ἀμπετὴς[*](ἀμπετὴς Enger, ἄιστος ὡς C. G. Haupt: ἀμπετήσαις δόσως M) ἄιστος ὡς
  8. κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
Χορος
  1. ἀλυκτὸν[*](ἀλυκτὸν Hermann: ἄφυκτον codd.) δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος:[*](τέλος Headlam: κέαρ codd.)
  2. κελαινόχρως[*](κελαινόχρως Pauw: μελανόχρως codd.) δὲ πάλλεταί μου καρδία.
  3. πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον:[*](ita Victorius: πατροσκοπαιδὲ μεῖλον M) οἴχομαι φόβῳ.
  4. θέλοιμι δ᾽ ἂν μορσίμου
  5. βρόχου τυχεῖν ἐν ἀρτάναις,[*](ἀρτάναις P: σαργάναις M G E)
  6. πρὶν ἄνδρ᾽ ἀπευκτὸν
  7. τῷδε χριμφθῆναι χροΐ:[*](τῷδε χριμφθῆναι P, χροΐ E: τῶδ᾽ ἐχριμφθῆν χροῖν M)
  8. πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι.
Χορος
  1. πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,
  2. πρὸς ὃν νεφῶν[*](νεφῶν Enger: νέφη δ᾽ codd.) ὑδρηλὰ γίγνεται[*](γείνεται M) χιών,
  3. ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
  4. δεικτος οἰόφρων κρεμὰς