Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως
  2. πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
  3. παροίχομαι, πάτερ, δείματι.
  4. Δαναος
    1. ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
    2. θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ.
    <Χοροσ>
    1. ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
    2. μάχης τ᾽ ἄπληστον: καὶ λέγω πρὸς εἰδότα.
  1. δοριπαγεῖς[*](δορυπαγεῖς M) δ᾽ ἔχοντες κυανώπιδας
  2. νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ[*](ἐπιτυχεῖ Turnebus: ἐπεὶ τάχει M: ἐπὶ τύχη in ἐπὶ τύχει correctum G) κότῳ
  3. πολεῖ[*](πολεῖ Stanley: πόλει codd.) μελαγχίμῳ[*](μελαγχίμῳ Turnebus: μελαχείμω M) σὺν στρατῷ.
  4. Δαναος
    1. πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας[*](μεσημβρίας Schütz: μεσημβρίᾳ codd.)
    2. θάλπει[*](θάλπτει M) βραχίον᾽[*](βραχίον᾽ Turnebus: βραχεῖον M G) εὖ κατερρινημένους.
    <Χοροσ>
    1. μόνην δὲ μὴ πρόλειπε:[*](πρόλειπε Turnebus: πρόλιπε M G) λίσσομαι, πάτερ.
    2. γυνὴ μονωθεῖσ᾽ οὐδέν: οὐκ ἔνεστ᾽ Ἄρης.
  1. οὐλόφρονες[*](οὐλόφρονες Valckenär: δουλόφρονες codd.) δὲ καὶ δολιομήτιδες[*](δολιομήτιδες margo Askewiana: δολομήτιδες codd.: μαινολομήτιδες Tucker)
  2. δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-
  3. μῶν ἀλέγοντες οὐδέν.
  4. Δαναος
    1. καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,
    2. εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
    <Χοροσ>
    1. οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη[*](σέβη suspectum, fortasse iniuria: στέφη A. Nauck: βέλη Tucker)