Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,
  2. οἴακος εὐθυντῆρος[*](εὐθυντῆρος Turnebus: συνουτῆρος M G E) ὑστάτου νεὼς
  3. ἄγαν καλῶς κλύουσα, τοῖσιν[*](τοῖσιν Herwerden: τῶς.ἂν (rasura post ς) M) οὐ φίλη.
  4. πρέπουσι δ᾽ ἄνδρες νάιοι[*](νάιοι Dindorf: νήιοι M) μελαγχίμοις
  5. γυίοισι[*](γυίοισι Turnebus: γύοισι M G) λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
  6. καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ʼπικουρία
  7. εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
  8. στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
  9. ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
  10. πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν[*](μὴ ἀμελεῖν M) θεῶν.
  11. ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω[*](θήξω M) λαβών.
  12. ἴσως γὰρ ἂν[*](ἂν Burges: ἢ codd.) κῆρυξ τις ἢ πρέσβη[*](πρέσβη Lobeck, μόλοι P: πρεσβήμολοι M G) μόλοι,
  13. ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
  14. ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν.
  15. ὅμως <δ᾽[*](δ᾽ add. Geel)> ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
  16. ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
  17. θάρσει:[*](θάρσει Turnebus: θαρσεῖτε codd.) χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
  18. θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορος
  1. πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
  2. ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.