Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:
  2. ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
  3. κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:
  4. καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
  5. ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
  6. τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
  7. ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
  8. τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων
  9. ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
  10. μέγαν προφωνῶν[*](προφωνῶν Canter: πρόφρων ὢν codd.) μήποτ᾽ εἰσόπιν χρόνου
  11. πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα
  12. λέγων διπλοῦν μίασμα πρὸς[*](πρὸς Paley: πρὸ codd.) πόλεως φανὲν
  13. ἀμήχανον βόσκημα πημονῆς πέλειν.
  14. τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
  15. ἔκραν᾽ ἄνευ κλητῆρος[*](ἔκραν᾽ ἄνευ κλητῆρος Turnebus: ἔκλαναν εὐκλήτορος M G) ὡς εἶναι τάδε.
  16. δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς[*](εὐπιθεῖς Blomfield: εὐπειθεῖς (mutato accentu in -θεὶς) M) στροφὰς