Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. <αὐτὸς[*](αὐτὸς addidi, duce Paleio qui αὐτὸς ὁ ex schol. revocat)> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
  2. γένους παλαιόφρων μέγας
  3. τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
Χορος
  1. ὑπ᾽ ἀρχᾶς[*](ἀρχᾶς Schütz; ἀρχὰς codd.) δ᾽ οὔτινος θοάζων
  2. τὸ μεῖον κρεισσόνων[*](κρεισσόνων Turnebus: κρεῖσσον ὢν M G) κρατύνει;[*](interrogationis notam add. Headlam)
  3. οὔτινος[*](οὔτινος Robortello: ὅστινος ex οὕτινος factum M) ἄνωθεν ἡμένου[*](ἡμένου Turnebus: ῆμέν οὐ M) σέβει κάτω.
  4. πάρεστι δ᾽ ἔργον ὡς ἔπος
  5. σπεῦσαί τι τῶν βούλιος[*](βούλιος Auratus: δούλιος M) φέρει φρήν.
Δαναος
  1. θαρσεῖτε παῖδες: εὖ τὰ τῶν ἐγχωρίων:
  2. δήμου[*](δήμου] λαῶν Heimsoeth) δέδοκται παντελῆ ψηφίσματα.
Χορος
  1. ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί:
  2. ἔνισπε δ᾽[*](ἔνισπε δ᾽ Robortello: ἑνόσπερ M P E: ἔνεπε G) ἡμῖν ποῖ κεκύρωται[*](ποῖ κεκύρωται Robortello: ποι κεκύρτωται M) τέλος,
  3. δήμου κρατοῦσα χείρ θ᾽[*](χείρ θ᾽ Dindorf, ὅπῃ Dobree, πληθύνεται Hermann: χειροπληθύεται codd.) ὅπῃ πληθύνεται.
Δαναος
  1. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
  2. ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με[*](ἀνηβῆσαί με Tyrwhitt: ἂν ἡβήσαιμι M G) γηραιᾷ φρενί:
  3. πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις