Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος.
Χορος
  1. ἄγε δή, λέξωμεν[*](λέξωμεν Turnebus: λέξομεν M G) ἐπ᾽ Ἀργείοις
  2. εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
  3. Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου
  4. στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ,
  5. τέρμον᾽ ἀπαντᾶν πρὸς ἄμεμπτον.[*](ἀπαντᾶν πρὸς ἄμεμπτον Weil: ἀμέμπτων πρὸς ἅπαντα M)
Χορος
  1. νῦν ὄπ᾽ ἐμάν,[*](ὄπ᾽ ἐμάν, Badham: ὅτε καὶ codd.) θεοὶ
  2. Διογενεῖς, κλύοιτ᾽ εὐ-
  3. κταῖα[*](εὐκτεα (αι supra εα scr.) γένει (γένη m) M) γένει χεούσας:
  4. μήποτε πυρίφατον[*](πυρίφατον Turnebus: πυρέφατον M G)
  5. τάνδε[*](τάνδε Klausen: τὰν codd. πόλιν seclusit Klausen) Πελασγίαν [πόλιν]
  6. τὸν ἄκορον βοᾶς,[*](ἄκορον βοᾶς Kruse: ἄχορον βοᾶν M G)
  7. κτίσαι μάχλον Ἄρη,
  8. τὸν ἀρότοις θερί-
  9. ζοντα βροτοὺς ἐν ἄλλοις,
  10. οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς,