Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸ μεῖον κρεισσόνων[*](κρεισσόνων Turnebus: κρεῖσσον ὢν M G) κρατύνει;[*](interrogationis notam add. Headlam)
- οὔτινος[*](οὔτινος Robortello: ὅστινος ex οὕτινος factum M) ἄνωθεν ἡμένου[*](ἡμένου Turnebus: ῆμέν οὐ M) σέβει κάτω.
- πάρεστι δ᾽ ἔργον ὡς ἔπος
- σπεῦσαί τι τῶν βούλιος[*](βούλιος Auratus: δούλιος M) φέρει φρήν.
- θαρσεῖτε παῖδες: εὖ τὰ τῶν ἐγχωρίων:
- δήμου[*](δήμου] λαῶν Heimsoeth) δέδοκται παντελῆ ψηφίσματα.
- ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
- ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με[*](ἀνηβῆσαί με Tyrwhitt: ἂν ἡβήσαιμι M G) γηραιᾷ φρενί:
- πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
- ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:
- ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
- κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:
- καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
- ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
- τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
- ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
- τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων