Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- χειρὸς[*](χειρὸς Wecklein: βία codd.) δ᾽ ἀπημάντῳ σθένει
- καὶ θείαις ἐπιπνοίαις
- παύεται, δακρύων δ᾽ ἀπο-
- στάζει πένθιμον αἰδῶ.
- λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
- γείνατο παῖδ᾽ ἀμεμφῆ,
- τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν
- κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;
- <αὐτὸς[*](αὐτὸς addidi, duce Paleio qui αὐτὸς ὁ ex schol. revocat)> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
- γένους παλαιόφρων μέγας
- τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
- ὑπ᾽ ἀρχᾶς[*](ἀρχᾶς Schütz; ἀρχὰς codd.) δ᾽ οὔτινος θοάζων