Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
- μέγαν προφωνῶν[*](προφωνῶν Canter: πρόφρων ὢν codd.) μήποτ᾽ εἰσόπιν χρόνου
- πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα
- λέγων διπλοῦν μίασμα πρὸς[*](πρὸς Paley: πρὸ codd.) πόλεως φανὲν
- ἀμήχανον βόσκημα πημονῆς πέλειν.
- τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
- ἔκραν᾽ ἄνευ κλητῆρος[*](ἔκραν᾽ ἄνευ κλητῆρος Turnebus: ἔκλαναν εὐκλήτορος M G) ὡς εἶναι τάδε.
- δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖς[*](εὐπιθεῖς Blomfield: εὐπειθεῖς (mutato accentu in -θεὶς) M) στροφὰς
- δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος.
- νῦν ὄπ᾽ ἐμάν,[*](ὄπ᾽ ἐμάν, Badham: ὅτε καὶ codd.) θεοὶ
- Διογενεῖς, κλύοιτ᾽ εὐ-
- κταῖα[*](εὐκτεα (αι supra εα scr.) γένει (γένη m) M) γένει χεούσας:
- μήποτε πυρίφατον[*](πυρίφατον Turnebus: πυρέφατον M G)
- τάνδε[*](τάνδε Klausen: τὰν codd. πόλιν seclusit Klausen) Πελασγίαν [πόλιν]
- τὸν ἄκορον βοᾶς,[*](ἄκορον βοᾶς Kruse: ἄχορον βοᾶν M G)