Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
- Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
- τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον:
- καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.
- τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι:
- ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις[*](νέμεις] νεμεῖς Porson) ἐμοί;
- κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
- καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
- λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου[*](ἐπιστρέφου Robortello: ἐπιστρέφω codd.) τόδε.
- καὶ πῶς βέβηλον ἄλσος ἂν[*](ἄλσος ἂν m: ἄλσος M) ῥύοιτό με;
- ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
- εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
- οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
- ἀεὶ γυναικῶν[*](γυναικῶν Linwood: δ᾽ ἀνάκτων codd.) ἐστὶ δεῖμ᾽ ἐξαίσιον.
- σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.[*](φρένα Heath: φρενί codd.)