Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
- ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
- ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
- ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
- σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
- κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
- βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
- θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
- πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
- ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
- καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν[*](οἰκτίσας ἰδὼν Hermann: οἶκτος εἰσιδῶν codd.) τάδε
- ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
- ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος:
- τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
- πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα,
- αἰδοῖον εὑρεθέντα[*](εὑρεθέντα Porson: εὖρ᾽ ἐοντα mutatum in εὖ ῥέοντα M) πρόξενον[*](πρόξενονγ Canter: προσξένον M) λαβεῖν.
- ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων
- ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων[*](πολισσούχων ex πολισσούχους factum M: πολισσούχων codd. cett.) θεῶν[*](multa tentantur: πολυξέστας Hermann, περιστύλους Paley, alii alia; quid exciderit incertum)
- βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας
- εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ[*](ἀσφάλεια δ᾽ ᾖ Turnebus: ἀσφαλείας δὲ M G E) δι᾽ ἄστεως[*](ἀστέως (ο supra scr. m) M)