Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς[*](ἀλλ᾽ ἁπλῶς Abresch: ἀλλὰ πῶς codd.) φράσον.
Χορος
  1. ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
Βασιλευς
  1. ἤκουσα μαστικτῆρα[*](μαστικτῆρα Auratus: μακιστῆρα codd.) καρδίας λόγον.
Χορος
  1. ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλευς
  1. καὶ [μὴν[*](μὴν seclusit Turnebus)] πολλαχῇ[*](μὴν πυκνῇ Campbell) γε δυσπάλαιστα πράγματα,
  2. κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:
  3. ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον
  4. τόδ᾽ ἐσβέβηκα,[*](ἐσβέβηκα Spanheim: ἐσέβηκα (-κε G) codd.) κοὐδαμοῦ λιμὴν κακῶν.
  5. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
  6. μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον:
  7. εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις[*](ὁμαίμοις Turnebus: ὁμαίμους codd.) παισὶν Αἰγύπτου σέθεν
  8. σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
  9. πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
  10. ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
  11. ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
  12. ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.