Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
  2. κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
  3. βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
  4. θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
  5. πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
  6. ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
  7. καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν[*](οἰκτίσας ἰδὼν Hermann: οἶκτος εἰσιδῶν codd.) τάδε
  8. ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
  9. ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος:
  10. τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναος
  1. πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα,
  2. αἰδοῖον εὑρεθέντα[*](εὑρεθέντα Porson: εὖρ᾽ ἐοντα mutatum in εὖ ῥέοντα M) πρόξενον[*](πρόξενονγ Canter: προσξένον M) λαβεῖν.
  3. ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων
  4. ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων[*](πολισσούχων ex πολισσούχους factum M: πολισσούχων codd. cett.) θεῶν[*](multa tentantur: πολυξέστας Hermann, περιστύλους Paley, alii alia; quid exciderit incertum)
  5. βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας
  6. εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ[*](ἀσφάλεια δ᾽ ᾖ Turnebus: ἀσφαλείας δὲ M G E) δι᾽ ἄστεως[*](ἀστέως (ο supra scr. m) M)