Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. [ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]:[*](seclusit Geel: alii retinent ante 447 translatum)
  2. ὅπως δ᾽ ὅμαιμον[*](ὅμαιμον] ὁμαῖμον ex ὁμαίμων factum M) αἷμα μὴ γενήσεται,
  3. δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
  4. θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
  5. ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι:
  6. θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
  7. εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
Χορος
  1. πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
Βασιλευς
  1. ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται.
Χορος
  1. ἔχω στρόφους[*](στρόφους Scaliger: στρόβους codd.) ζώνας τε, συλλαβὰς πέπλων.
Βασιλευς
  1. τάχ᾽[*](τάχ᾽ ἂν Marckscheffel: τύχαν M G E) ἂν γυναιξὶ[*](γυναιξὶ (duce Wecklein) Tucker: γυναικῶν codd.) ταῦτα συμπρεπῆ πέλοι.
Χορος
  1. ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—[*](καλή Turnebus: καλεῖ codd.)
Βασιλευς
  1. λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽[*](γηρυθεῖσ᾽ Turnebus: γηρυθεὶς M) ἔσει.
Χορος
  1. εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις[*](ὑποστήσεις Wellauer: ὑποστήσει codd.) στόλῳ—
Βασιλευς
  1. τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορος
  1. νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.