Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ---
- Λιβύη, μέγιστον γῆς <πέδον[*](πέδον add. Burges)> καρπουμένη.
- τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
- Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
- τὸ πάνσοφον νῦν ὄνομα τούτου[*](τούτου Tyrwhitt: τοῦτό codd.) μοι φράσον.
- καὶ τοῦδ᾽ ἄνοιγε[*](τοῦδ᾽ ἄνοιγε Porson: τοῦ δαναοίγε codd.) τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
- δοκεῖτε <δή[*](δή add. Turnebus)> μοι τῆσδε κοινωνεῖν χθονὸς
- τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
- λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
- ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
- πόνου δ᾽ ἴδοις[*](δ᾽ ἴδοις Turnebus: δείδοις M) ἂν οὐδαμοῦ ταὐτὸν πτερόν:[*](πτερόν Turnebus: πότερον codd.)
- ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν
- κέλσειν[*](κέλσειν Robortello: κέλσειεν codd.) ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
- ἔχθει μεταπτοιοῦσαν[*](ἔχθει μεταπτοιοῦσαν Turnebus: ἔχει μετὰ πτοίουσαν M) εὐναίων γάμων;
- τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,
- λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
- ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.