Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
Χορος
  1. κοὐ[*](κοὐ Stanley: καὶ codd.) κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.[*](τἀμπαλάγματα ex Hesychio Hermann: παλλαγμάτων codd.)
Βασιλευς
  1. πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Χορος
  1. βοῦν τὴν[*](βοῦν τὴν Canter: βού.την (erasa litera) M: βούτην codd. cett.) γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Βασιλευς
  1. οὔκουν πελάζει Ζεὺς ἐπ᾽[*](ἔτ᾽ Schütz) εὐκραίρῳ βοΐ;
Χορος
  1. φασίν, πρέποντα[*](πρέποντα Turnebus: πρέποντας codd.) βουθόρῳ ταύρῳ δέμας.
Βασιλευς
  1. τί δῆτα[*](δῆτα Victorius: δὴ codd.) πρὸς ταῦτ᾽[*](ταῦτ᾽ ἄλοχος Robortello: ταῦτα λόχοις codd.) ἄλοχος ἰσχυρὰ Διός;[*](ἰσχυρὰ Διός Pauw: χυρα διος M)
Χορος
  1. τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
Βασιλευς
  1. ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Χορος
  1. Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Βασιλευς
  1. τί οὖν ἔτευξεν[*](ἔτευξεν Turnebus: ἔτευξε δ᾽ codd.) ἄλλο δυσπότμῳ βοΐ;
Χορος
  1. βοηλάτην μύωπα κινητήριον.
Βασιλευς
  1. οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου[*](v. suspectus: οἱ Νείλου] Ἰνάχου Hermann) πέλας.[*](πέλας Turnebus: πέδας M G E: παῖδες P)
Χορος
  1. τοιγάρ νιν ἐκ γῆς[*](γῆς Canter: τῆς codd.) ἤλασεν μακρῷ δρόμῳ.[*](Post 311 v. excidisse docuit Hermann)
Βασιλευς
  1. καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Χορος
  1. καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Βασιλευς
  1. ---
Χορος
  1. καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει[*](φιτύει Scaliger: φυτεύει codd.) γόνον.
Βασιλευς
  1. τίς[*](τίς Stanley: τί codd.) οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;[*](post 315 v. excidisse docuit Stanley)
Χορος
  1. Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.