Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
- τίς δ᾽ ἂν φίλους ὄνοιτο[*](ὄνοιτο Robortello: ὤνοιτο codd.) τοὺς κεκτημένους;
- σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.[*](desunt in M personarum notae)
- καὶ δυστυχούντων γ᾽[*](γ᾽ Turnebus: τ᾽ codd.) εὐμαρὴς ἀπαλλαγή.
- πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
- αἰτοῦσι μὴ ʼκδοὺς[*](ʼκ̓δοὺς Schütz: ᾽κ᾽δῷς codd.) παισὶν Αἰγύπτου πάλιν.
- βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι[*](ἄρασθαι Robortello: αἴρασθαι M) νέον.
- ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
- εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς[*](κοινωνὸς Robortello: κοινὸς codd.) ἦν.
- αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.[*](πόλεος ... ἐστεμμένην Turnebus: πόλεως ... ἐστεμμένη codd.)
- βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
- Παλαίχθονος τέκος, κλῦθί μου
- πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
- ἴδε με τὰν[*](με τὰν Stephanus: μέγαν codd.) ἱκέτιν φυγάδα περίδρομον,
- λυκοδίωκτον[*](λυκοδίωκτον Hermann: λευκοδικτον codd.) ὡς δάμαλιν ἂμ πέτραις[*](ἀμπέτραις M)
- ἠλιβάτοις, ἵν᾽[*](ἠλιβάτοις, ἵν᾽ Valckenär: ἠλιβάτοισιν codd.) ἀλκᾷ πίσυνος μέμυ-
- κε φράζουσα βοτῆρι μόχθους.