Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅπως δὲ χώραν οὔτε[*](οὔτε Hermann: οὐδὲ codd.) κηρύκων ὕπο,
  2. ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
  3. ἔτλητ᾽ ἀτρέστως,[*](ἀτρέστως Sophianus: ἀκρέστως codd.) τοῦτο θαυμαστὸν πέλει.
  4. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
  5. κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
  6. μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
  7. καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι[*](ἔτ᾽ εἰκάσαι Martin: ἐπεικάσαι codd.) δίκαιον ἦν,
  8. εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορος
  1. εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
  2. ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,
  3. ἢ τηρὸν[*](ἢ τηρὸν ex ἤτηρον ut videtur factum M) Ἑρμοῦ ῥάβδον,[*](Ἑρμοῦ ῥάβδον ex coniect. m: ἡερου ῥάβδον M fortasse ἱερόραβδον Schütz) ἢ πόλεως ἀγόν;
Βασιλευς
  1. πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς[*](λέγ᾽ εὐθαρσὴς Turnebus: λέγετ᾽ εὐθαρσεῖς codd.) ἐμοί.
  2. τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος
  3. ἶνις Πελασγός,[*](Πελασγός Canter: πελασγοῦ codd.) τῆσδε γῆς ἀρχηγέτης.
  4. ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
  5. γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.