Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ πᾶσαν αἶαν, ἧς[*](αἶαν ἧς ex scholio Turnebus: αἴδνης codd.) δι᾽ ἁγνὸς[*](δι᾽ ἁγνὸς Wordsworth: δίαλγος M: δι᾽ ἄλγος G P) ἔρχεται
- Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
- ὁρίζομαι δὲ τήν τε[*](τήν τε Stanley: τῆνδε M) Περραιβῶν χθόνα,
- Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
- ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος
- ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε[*](τἀπὶ τάδε Canter: τ᾽ ἄπειτα δὲ M) κρατῶ.
- αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
- πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
- Ἆπις[*](Ἆπις Turnebus: ἄπις codd.) γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
- ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
- τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
- τὰ δὴ[*](δὴ Turnebus: δὲ codd.) παλαιῶν αἱμάτων μιάσμασι
- χρανθεῖσ᾽[*](χρανθεῖσ᾽ Robortello: χρανθεὶς M G)[*](corrupta codicum lectio nondum certo sanata: ex coniectt. praestant fortasse μηνιτὴ δάκη Porson, μήνιος τέκη Weil, μηνίσασ᾽ ἄχη Martin) ἀνῆκε γαῖα †μηνεῖται ἄκη†
- δρακονθόμιλον[*](δρακονθόμιλον Bothe: δράκονθ᾽ ὅμιλον (ex δράκωνθ᾽ ὁμιλῶν factum) M) δυσμενῆ ξυνοικίαν.
- τούτων ἄκη τομαῖα καὶ λυτήρια
- πράξας ἀμέμπτως Ἆπις[*](ἀμέμπτως ἄπις (accentus errore) Robortello: μεμπτῶς ἄπεισ᾽ M) Ἀργείᾳ χθονὶ