Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν
  2. σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς[*](δ᾽ ἑσμὸς Auratus: δεσμὸς codd.) ὡς πελειάδων
  3. ἵζεσθε κίρκων[*](ἵζεσθε κίρκων Robortello: ἵζεσθαι κρέκω codd. (sed ἵζεσθε κέρκῳ in margine m)) τῶν ὁμοπτέρων φόβῳ,
  4. ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
  5. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι[*](ἂν ἁγνεύοι Plutarchus (Rom. 9 et Qu. Rom. 286 c): ἀναινεύοι codd.) φαγών;
  6. πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς
  7. ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ʼν[*](μὴ ʼν Turnebus: μὴν codd.) Ἅιδου θανὼν
  8. φύγῃ ματαίων[*](ματαίων Schütz: μάταιον codd.) αἰτίας, πράξας τάδε.
  9. κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡς[*](τἀμπλακήμαθ᾽ ὡς duce Victorio Canter: ταπλα ἐν μαβως codd.) λόγος,
  10. Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
  11. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,[*](τρόπον Stanley: τόπον codd.)
  12. ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλευς
  1. ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον[*](ἀνελληνόστολον Bothe: ἀνέλληνα στόλον codd.)
  2. πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
  3. χλίοντα προσφωνοῦμεν; οὐ[*](προσφωνοῦμεν; οὐ Robortello: προσφωνουμένου M G) γὰρ Ἀργολὶς
  4. ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.