Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος.[*](in codd. notis person. carent 207-10 sic disposuit Hermann: ordo codicum numeris minoribus indicatur)
Χορος
  1. θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναος
  1. μή νυν[*](μηνῦν M) σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
Χορος
  1. ὦ Ζεῦ,[*](ἰὼ Ζεὺς M, ἰὼ Ζεῦ m) κόπων οἴκτειρε μἀπολωλότας.[*](μἀπολωλότας] μὴ ἀπολ. codd.)[*](post 211 lacunam indicavit Hermann)
Δαναος
  1. κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορος
  1. ---
Δαναος
  1. καὶ Ζηνὸς ὄρνιν[*](ὄρνιν] ἶνιν Tucker) τόνδε νῦν κικλήσκετε.[*](κικλήσκετε Robortello: κικλήσκεται (η ex ι factum) M)
Χορος
  1. καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
Δαναος
  1. ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.
Χορος
  1. εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη[*](συγγνοίη Lobeck: εὐγνώη codd.) βροτοῖς.
Δαναος
  1. συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορος
  1. τίν᾽ οὖν κικλήσκω[*](κικλίσκω M G) τῶνδε δαιμόνων ἔτι;
Δαναος
  1. ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορος
  1. ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναος
  1. Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν[*](τοῖσιν] πομπὸς Wecklein) Ἑλλήνων νόμοις.
Χορος
  1. ἐλευθέροις νυν[*](νυν Canter: νῦν codd.) ἐσθλὰ κηρυκευέτω.