Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.
- εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη[*](συγγνοίη Lobeck: εὐγνώη codd.) βροτοῖς.
- συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
- τίν᾽ οὖν κικλήσκω[*](κικλίσκω M G) τῶνδε δαιμόνων ἔτι;
- ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
- ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
- Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν[*](τοῖσιν] πομπὸς Wecklein) Ἑλλήνων νόμοις.
- ἐλευθέροις νυν[*](νυν Canter: νῦν codd.) ἐσθλὰ κηρυκευέτω.
- πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν
- σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς[*](δ᾽ ἑσμὸς Auratus: δεσμὸς codd.) ὡς πελειάδων
- ἵζεσθε κίρκων[*](ἵζεσθε κίρκων Robortello: ἵζεσθαι κρέκω codd. (sed ἵζεσθε κέρκῳ in margine m)) τῶν ὁμοπτέρων φόβῳ,
- ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
- ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι[*](ἂν ἁγνεύοι Plutarchus (Rom. 9 et Qu. Rom. 286 c): ἀναινεύοι codd.) φαγών;
- πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς
- ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ʼν[*](μὴ ʼν Turnebus: μὴν codd.) Ἅιδου θανὼν
- φύγῃ ματαίων[*](ματαίων Schütz: μάταιον codd.) αἰτίας, πράξας τάδε.
- κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡς[*](τἀμπλακήμαθ᾽ ὡς duce Victorio Canter: ταπλα ἐν μαβως codd.) λόγος,
- Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
- σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,[*](τρόπον Stanley: τόπον codd.)
- ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.