Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,
- τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
- φθογγῇ[*](φθογγῇ Pauw: φθογγὴ codd.) δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
- τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων[*](σεσωφρονισμένων Dindorf: μετώπω σωφρονῶν M)
- ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.
- καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ
- γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.
- μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη[*](εἶ ξένη Sophianus: εἶξεν ἡ codd.) φυγάς.
- θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
- πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
- φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
- κεδνὰς ἐφετμάς: Ζεὺς δὲ γεννήτωρ ἴδοι.
- ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος.[*](in codd. notis person. carent 207-10 sic disposuit Hermann: ordo codicum numeris minoribus indicatur)
- θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
- μή νυν[*](μηνῦν M) σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
- κείνου θέλοντος εὖ τελευτήσει τάδε.
- ---
- καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—