Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον[*](ἀνελληνόστολον Bothe: ἀνέλληνα στόλον codd.)
- πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
- χλίοντα προσφωνοῦμεν; οὐ[*](προσφωνοῦμεν; οὐ Robortello: προσφωνουμένου M G) γὰρ Ἀργολὶς
- ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
- ὅπως δὲ χώραν οὔτε[*](οὔτε Hermann: οὐδὲ codd.) κηρύκων ὕπο,
- ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
- ἔτλητ᾽ ἀτρέστως,[*](ἀτρέστως Sophianus: ἀκρέστως codd.) τοῦτο θαυμαστὸν πέλει.
- κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
- κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
- μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
- καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι[*](ἔτ᾽ εἰκάσαι Martin: ἐπεικάσαι codd.) δίκαιον ἦν,
- εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.