Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
- ἱκτηρίας,[*](ἱκτηρίας Victorius: ἱκετηρίας codd.) ἀγάλματ᾽ αἰδοίου Διός,
- σεμνῶς[*](σεμνῶς m G: σεμνὸς M) ἔχουσαι διὰ χερῶν εὐωνύμων,[*](εὐωνύμων ex schol. Auratus: συνωνύμων codd.)
- αἰδοῖα καὶ γοεδνὰ[*](γοέδνα (pravo accentu) Robortello: γοειδηα M) καὶ ζαχρεῖ᾽[*](ζαχρεῖ᾽ Geel, Bamberger: τὰ χρέα codd.) ἔπη
- ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,
- τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
- φθογγῇ[*](φθογγῇ Pauw: φθογγὴ codd.) δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
- τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένων[*](σεσωφρονισμένων Dindorf: μετώπω σωφρονῶν M)
- ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.
- καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ
- γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.
- μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη[*](εἶ ξένη Sophianus: εἶξεν ἡ codd.) φυγάς.
- θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
- πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
- φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
- κεδνὰς ἐφετμάς: Ζεὺς δὲ γεννήτωρ ἴδοι.