Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πνεύματος εἶσι χειμών.
- παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε[*](ἥκετε Porson: ἵκετε codd.)
- πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
- καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν[*](λαβὼν Wordsworth: λαβεῖν codd.)
- αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας.
- ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ:
- σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι:
- ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον
- λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν:
- τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
- ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
- ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος[*](τεθηγμένος Pearson: τεθειμένος M G)
- ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,
- ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι,
- πάγον προσίζειν τόνδ᾽[*](τόνδ᾽ Turnebus: τῶνδ᾽ codd.) ἀγωνίων θεῶν.
- κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος.
- ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
- ἱκτηρίας,[*](ἱκτηρίας Victorius: ἱκετηρίας codd.) ἀγάλματ᾽ αἰδοίου Διός,
- σεμνῶς[*](σεμνῶς m G: σεμνὸς M) ἔχουσαι διὰ χερῶν εὐωνύμων,[*](εὐωνύμων ex schol. Auratus: συνωνύμων codd.)
- αἰδοῖα καὶ γοεδνὰ[*](γοέδνα (pravo accentu) Robortello: γοειδηα M) καὶ ζαχρεῖ᾽[*](ζαχρεῖ᾽ Geel, Bamberger: τὰ χρέα codd.) ἔπη