Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ποταμοὺς δ᾽ οἳ διὰ χώρας
  2. θελεμὸν[*](θελεμὸν MGE: θαλερὸν P) πῶμα χέουσιν πολύτεκνοι,
  3. λιπαροῖς χεύμασι γαίας
  4. τόδε μειλίσσοντες[*](μειλίσσοντες Pauw: μελίσσοντες codd.) οὖδας.
  5. ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ
  6. στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας
  7. γάμος ἔλθοι[*](ἔλθοι P: ἔλθει M) Κυθερείας:
  8. στυγερῶν[*](στυγερῶν Hermann: στύγειον codd.) πέλοι τόδ᾽ ἆθλον.
<Χορός Θεραπαινῶν>
  1. Κύπριδος <δ᾽[*](δ᾽ add. Pauw)> οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.
  2. δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ:
  3. τίεται δ᾽ αἰολόμητις
  4. θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
  5. μετάκοινοι δὲ[*](δὲ P: δ᾽ αἱ M G) φίλᾳ ματρὶ πάρεισιν
  6. Πόθος <ᾇ[*](ᾇ add. Wellauer)> τ᾽ οὐδὲν ἄπαρνον
  7. τελέθει θέλκτορι[*](θέλκτορι Bothe: θεάκτορι M G P) Πειθοῖ.[*](πειθοῖ P: πιθοῖ M)
  8. δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας