Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ψεδυραὶ[*](ψεδυραὶ Scaliger: ψεδυρα (sine acc. et θ supra δ scr.) M) τρίβοι τ᾽ ἐρώτων.
<Χορός Θεραπαινῶν>
  1. φυγάδεσσιν[*](φυγάδεσσιν Burges: φυγάδες codd.) δ᾽ ἐπιπνοίας[*](ἐπιπνοίας Turnebus: ἐπιπνοίᾳ M E) κακά τ᾽ ἄλγη
  2. πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.
  3. τί ποτ᾽ εὔπλοιαν ἔπραξαν
  4. ταχυπόμποισι διωγμοῖς;
  5. ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
  6. Διὸς οὐ παρβατός[*](παρβατός Askew: παραβάτας M G) ἐστιν
  7. μεγάλα φρὴν ἀπέραντος:
  8. μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
  9. προτερᾶν[*](προτερᾶν Bothe: προτέραν codd.) πέλοι γυναικῶν.
<Δαναΐσ>
  1. ὁ μέγας Ζεὺς ἀπαλέξαι
  2. γάμον Αἰγυπτογενῆ μοι.—
<Θεράπαινα>
  1. τὸ μὲν ἂν βέλτατον εἴη:
<Δαναΐσ>
  1. σὺ δὲ θέλγοις ἂν ἄθελκτον.[*](θέλγοις ἂν ἄθελκτον memorat Stephanus: θέλγεις ἀνάθελκτον M)
<Θεράπαινα>
  1. σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
<Δαναΐσ>
  1. τί δὲ μέλλω φρένα Δίαν