Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
  2. οἰκεῖν λάτρων[*](λάτρων (ex Hesych. λάτρον: μίσθιον) Hermann: λατρῶν codd.) ἄτερθεν: εὐπετῆ τάδε.
  3. μόνον φύλαξαι[*](φυλάξαι M) τάσδ᾽ ἐπιστολὰς πατρός,
  4. τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορος
  1. τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων:
  2. ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.
  3. εἰ γάρ τι μὴ θεοῖς[*](θεοῖς γὰρ εἴ τι μὴ Weil) βεβούλευται νέον,
  4. ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
Χορός <Δαναΐδων>
  1. ἴτε μὰν ἀστυάνακτας
  2. μάκαρας[*](μάκαρας Stanley: μακρὰς codd.) θεοὺς γανόοντες[*](γανόοντες scripsi: γανάεντες codd. (γανάοντες Pauw, sed γανάω 'laetari' significat)) πολιούχους
  3. τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου
  4. περιναίουσιν[*](περιναίουσιν Marckscheffel: περιναίετε M G) παλαιόν.
  5. ὑποδέξασθε <δ᾽[*](δ᾽ add. Heath: ὑποδέξασθ᾽ codd.)> ὀπαδοὶ
  6. μέλος:[*](μέλος Legrand: μένος codd.) αἶνος[*](αἶνος Robortello: αἰνὸς M) δὲ πόλιν τάνδε Πελασγῶν
  7. ἐχέτω, μηδ᾽ ἔτι Νείλου
  8. προχοὰς[*](προχοὰς Robortello: πρὸς χοὰς codd.) σέβωμεν ὕμνοις: