Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,
- ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.
- Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων
- Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων,
- τόσσον ἄνευθεν ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας
- ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης.
- Ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη,
- οὕνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις,
- δύνων πολλὸν ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχὼν,
- ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου
- ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο.
- Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα,
- τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν.
- Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,
- οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων,
- μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην
- παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν,
- τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν
- ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν
- φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην.
165
166