Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη.
- Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο
- λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν,
- οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,
- γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν
- ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·
- αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,
- οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ
- ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων.
- Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο
- ης Συρίης δολιχὴ μηκύνεται αἶα,
- ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·
- τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης
- Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,
- Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.
- Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων
- φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,
- ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο
- μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,
- ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,
164