Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν
- ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,
- οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν
- πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.
- Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε
- τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·
- αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ,
- χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.
- Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ
- ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.
- Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο,
- ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον
- φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης.
- Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο
- Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται·
- ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς
- εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις.
- Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι
- Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί.
- Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων,
167