Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα.
- Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς
- ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι
- ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων
- ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων.
- Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε,
- κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας,
- ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους,
- μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν.
- Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι,
- οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς
- αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι,
- χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν·
- ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο
- ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι·
- ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα
- Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης.
- Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης
- Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί.
- Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται·
163