Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη,
- μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν.
- Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων,
- Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ
- εἱλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς,
- τυτθὸν ἐπ᾿ ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων.
- Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,
- πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
- Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿ ἑκάστη,
- Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.
- Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε,
- κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο.
- Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν
- πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται.
- Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη·
- αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν
- ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο
- ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο
- ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην
- Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ·
162