Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.
- Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
- οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,
- οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,
- οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες,
- τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν,
- οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης,
- πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο,
- καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο·
- οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι,
- καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν,
- Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν,
- ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο,
- καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε
- Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης,
- καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης,
- [ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια.?]
- Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον·
- τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης,
- ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων.
160
161