Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Ῥηιδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι
- γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω,
- μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων.
- Εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον,
- ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις
- καὶ ποταμοὺς,πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην.
- Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,
- πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.
- Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,
- πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν.
- Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο·
- Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον
- Ἰνδικὸς Ὠκεανός·νότιον δ᾿ ἁλὸς οἴδματ’ Ἐρυθρῆς.
- Φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη,
- ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε
- μύθου ἄτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο.
- Ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει
- ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα,
- ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν
- μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,