Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Κεῖθεν δʼ εἶς αὐγὰς σκολιὸν περιτέμνεται οἶμον
- πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη,
- γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης.
- Κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος
- μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν.
- Καὶ τῶ μὲν πλεόνων ποταμῶν ἐπιμίσγεται ὕδωρ
- τηλόθεν ἐρχομένων, Πυράμοιότε καὶ Πινάροιο,
- Κύδνου τε σκολιοῖο, μέσην διὰ Ταρσὸν ἰόντος,
- Ταρσὸν ἐϋκτιμένην, ὅθι δή ποτε Πήγασος ἵππος,
- ταρσὸν ἀφεὶς, χώρῳ λίπεν οὔνομκ, τῆμος ἀφ᾿ ἵππου
- ἐς Διὸς ἱέμενος πέσεν ἥρως Βςλλεροφόντης.
- Κεῖθι δὲ καὶ πεδίον τὸ Ἀλήιον, οὗ κατὰ νῶτα
- ἀνθρώπων ἀπάνευθεν ἀλώμενος ἐνδιάασκεν.
- Πολλαὶ δ᾿ ἑξείης Κιλίκων γεγάκσι πόληες,
- Λυρνησσὸς Μαλλός τε καὶ Ἀγχιάλεια Σόλοι τε,
- αἱ μὲν ἐν ἠπείρῳ, αἱ δʼ αὐτῆς ἄγχι θαλάσσης.
- Τῇς δʼ ἔπι Κομμαγεηνὸν ἕδος, Συρίης τε πόληες
- θινὸς ἐπὶ στρεπτῆς περιμήκεες· ἀμφὶ γὰρ ὁλκὸς
- ἐς δύσιν ἔστραπται πολιῆς ἁλὸς, ἄχρι κολώνης
- οὔρεος ἀγχιάλοιο, βαθυκρήμνου Κασίοιο.
158