Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,
- εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·
- σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,
- σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται
- ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.
- Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται
- πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι
- Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·
- ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου
- Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.
- Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον
- Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,
- ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.
- Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,
- Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις.
- Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν
- ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι.
- Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη.
- Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς
- πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ
157