Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον.
- Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων,
- ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης
- Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,
- Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.
- Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο
- παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης,
- ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο
- πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα.
- Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿ ἀντολίην τετάνυσται
- Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων
- χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει
- τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ
- κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ
- ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης·
- πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν,
- ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου
- ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.
- Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο
- θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι,
156