Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο
- μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς.
- Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν,
- οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες·
- Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης,
- ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα,
- τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν
- ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος.
- Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης
- Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται,
- εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο·
- ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται.
- ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο
- τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης,
- Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα,
- Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,
- Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,
- Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,
- Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.
- Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης
155