Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.
- Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·
- τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης
- πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο
- κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν
- ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου
- καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,
- πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,
- προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·.
- τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·
- ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.
- Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη
- πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει,
- ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.
- Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι
- δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,
- Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·
- σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός,
- πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς,
- Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·
109