Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.
- Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,
- ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·
- ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος
- ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,
- μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,
- ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,
- ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.
- Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν
- ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ
- καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.
- Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,
- ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.
- Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα
- Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.
- Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,
- ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,
- ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,
- ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,
- ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·
108