Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη,
- Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον.
- Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων
- Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων
- τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν·
- ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα,
- τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου.
- Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι·
- ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα
- μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου,
- ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην.
- Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,
- Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,
- ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·
- ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,
- ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·
- Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς
- Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,
- Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,
- οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη
110