Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην
- χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.
- Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.
- Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,
- ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,
- ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.
- Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται,
- καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν
- οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,
- χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,
- δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,
- τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν.
- Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι,
- Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον,
- Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει,
- Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ.
- Τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι·
- κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω.
- Νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι,
- ὅς ῥά τε πρὸς νότον εἰσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων,
154