Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν·
- φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη,
- Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου
- ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα.
- Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων,
- Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι
- δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί·
- τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν
- ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου,
- οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,
- οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.
- Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται
- ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο
- λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,
- ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,
- καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ
- Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς
- ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·
- ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.
- Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας
153