Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος
- ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·
- οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,
- οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων
- αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.
- Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα
- Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,
- ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.
- Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται
- τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι
- τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·
- καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,
- οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,
- αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,
- εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα,
- εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης·
- κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.
- Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται
- ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών,
- χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις.
152