Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους
- ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο·
- ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει,
- φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν,
- ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν.
- Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται,
- ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο.
- Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι
- παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης·
- Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες,
- Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ θʼ ὑπέρ αἶαν
- τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι,
- Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει
- Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων·
- ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει·
- ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπ’ ἡπείροιο νέμονται
- χώρην εὐρυτέρην κνημοῖς ὑπὸ Παρνησοῖο,
- Δερκέβιοι δ᾿ ἑτέρωθεν ἐφ᾿ ὕδασι Κασπίοισιν.
- Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω
- Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν,
149
150
151