Orbis Descriptio
Dionysius Periegetes
Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
- Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν,
- καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο,
- ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες,
- εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων
- κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης.
- Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη.
- Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν,
- οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας·
- οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν,
- οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην
- ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου,
- ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται.
- οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω
- Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν·
- ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται
- νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι,
- οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων.
- Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον,
- πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην
- νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης·
148